Reading ModeQuiz Mode




Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·
δ᾽ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων·
τοιοῖσδε μύθοις ἱκέτευε τονθρύζων
ἐλάφους πρέπει σοι καὶ κεραφόρους ταύρους
θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν·
μυὸς δὲ δεῖπνον οὐδ᾽ ἄκρων ἐπιψαῦσαι
χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.
ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω.”
γελάσας δ᾽ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν·
καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις
ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.
μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας,
στερρόν τ᾽ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας,
ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.


Babrius.