Reading ModeQuiz Mode




Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·
ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.
κάμνουσα δ᾽ ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν,
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·
ὄμφαξ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.”


Babrius.