Reading ModeQuiz Mode




Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.
τῆς δ᾽ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,
τῷ δ᾽ Ἡρακλεῖ προσηύχεθ᾽, ὃν μόνον πάντων
θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.
θεὸς δ᾽ ἐπιστὰς εἶπετῶν τροχῶν ἅπτου
καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δ᾽ εὔχου
ὅταν τι ποιῇς καὐτος, μάτην εὔξῃ.”


Babrius.